Add parallel Print Page Options

33 Καὶ [a]ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ [b]ὁδῷ διελογίζεσθε; 34 οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. 36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· 37 Ὃς [c]ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς [d]ἂν ἐμὲ [e]δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.

38 [f]Ἔφη αὐτῷ ὁ Ἰωάννης· Διδάσκαλε, εἴδομέν τινα [g]ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, [h]καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν. 39 ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· 40 ὃς γὰρ οὐκ ἔστιν καθ’ [i]ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. 41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν [j]ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν [k]ὅτι οὐ μὴ [l]ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

42 Καὶ ὃς [m]ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν [n]τούτων τῶν πιστευόντων [o]εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται [p]μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 Καὶ ἐὰν [q]σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν [r]ἐστίν σε κυλλὸν [s]εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ [t]ἄσβεστον. 45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν [u]σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν [v]γέενναν. 47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν [w]σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς [x]τὴν [y]γέενναν, 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.

49 Πᾶς γὰρ πυρὶ [z]ἁλισθήσεται. 50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς [aa]ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:33 ἦλθον WH Treg NIV ] ἦλθεν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:33 ὁδῷ WH Treg NIV ] + πρὸς ἑαυτοὺς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:37 *ἂν WH Treg NIV ] ἐὰν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:37 *ἂν WH Treg NIV ] ἐὰν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:37 δέχηται WH Treg NIV ] δέξηται RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:38 Ἔφη αὐτῷ ὁ Ἰωάννης WH NIV ] + λέγων Treg; Ἀπεκρίθη δὲ αὐτῷ Ἰωάννης λέγων RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:38 ἐν WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:38 καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν WH NIV ] ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν Treg; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύσαμεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν RP; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν Greeven
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:40 ἡμῶν, ὑπὲρ ἡμῶν WH Treg NIV ] ὑμῶν, ὑπὲρ ὑμῶν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ὀνόματι WH Treg NIV ] + μου RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ὅτι WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ἀπολέσῃ WH NIV RP ] ἀπολέσει Treg
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 ἂν WH Treg NIV ] ἐὰν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 τούτων WH Treg NIV ] – RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 εἰς ἐμέ Treg NIV RP ] – WH
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 μύλος ὀνικὸς WH Treg NIV ] λίθος μυλικὸς RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 σκανδαλίζῃ Treg NIV RP ] σκανδαλίσῃ WH
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 ἐστίν σε WH Treg NIV ] σοι ἐστὶν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 εἰσελθεῖν εἰς τὴν ζωὴν WH Treg NIV ] εἰς τὴν ζωὴν εἰσελθεῖν RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 ἄσβεστον WH NIV ] + 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:45 σε WH Treg NIV ] σοι RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:45 γέενναν WH NIV ] + εἰς τὸ πῦρ τὸ ἄσβεστον 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 σέ WH Treg NIV ] σοι RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 τὴν Treg NIV RP ] – WH
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:47 γέενναν WH Treg NIV ] + τοῦ πυρός RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:49 ἁλισθήσεται WH NIV ] + καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται Treg RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:50 ἅλα WH Treg NIV ] ἅλας RP